museum-digitalsmb
STRG + Y
de
Ägyptisches Museum und Papyrussammlung Papyrussammlung [P 16319]
http://www.smb-digital.de/eMuseumPlus?service=ImageAsset&module=collection&objectId=1516869&resolution=superImageResolution#5435173 (Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin CC BY-NC-SA)
Herkunft/Rechte: Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin / Fotograf unbekannt (CC BY-NC-SA)
0 / 1 Vorheriges<- Nächstes->

Pachtvertrag

Kontakt Zitieren Datenblatt (PDF) Entfernung berechnen Archivversionen Zum Vergleich vormerken Graphenansicht

Beschreibung

Der thrakische Soldat Dizaolos, Sohn des Amatokos, verpachtet ein ihm zustehendes Stück Land im Kleros von Sarapias an den thrakischen Soldaten Polyeratos, Sohn des Ptolemaios.

Nach BerlPap: http://berlpap.smb.museum/04098/

Material/Technik

Papyrus (Material); einseitig, beschriftet (Technik)

Maße

Höhe x Breite: 26,2 x 32,4 cm (lt. BerlPap)

Abschrift

Original: Ancient Greek

160/159BC Herakleopolite
Βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους κβ ἐφʼ ἱερέως επεικνειου τοῦ Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαίδος τῆς Πτολεμαίου κανηφόρου ρσινόης Φιλαδέλφου Νηνίας τῆς Καλλιξένου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους τοῦ Ἡρακλεοπολίτου νομοῦ· ἐμίσθωσεν Διζάολος Ἀματόκου Θρᾶιξ τῶν Νεοπτολέμου ἰδιώτης α Πολυηράτωι Πτολεμαίου Θραικὶ τῶν Νουμηνίου πεζῶν τὸ ὑπογεγραμμένον μέρος ὧν ἔχει Διζάολος μερῶν τριῶν τὸ ἥμισυ ἐκ τοῦ αἱρουμένου τοῦ κλήρου μίσθωσις ἥδε εἰς ἔτος ἓν ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν τριῶν ἡμίσους κίνδυνον παντὸς κινδύνου κατασπειράτω δὲ Πολυήρατος τῆς τοῦ κλήρου γεωργίας τὸ ἐπιβάλλον ἑκάστης νι τὰ ἀνα ηνια· ἔχει δΔιζάολος παρὰ Πολυηράτου πρόδομα πυροῦ ἀρτάβας τεσσαράκοντα πέντε · εκ Βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους κβ ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Πτολεμαίδος τῆς Πτολεμαίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νηνίας τῆς Καλλιξένου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους μηνὸς τοῦ Ἡρακλεοπολίτου νομοῦ· ἐμίσθωσεν Διζάολος Ἀματόκου Θρᾷξ τῶν Νεο πτολέμου ἰδιώτης χ Πολυηράτωι Πτολεμαίου Θραικὶ τῶν Νουμηνίου πεζῶν τ ὑπο γεγραμμένον μέρος ὧν ἔχει Διζάολος μερῶν τριῶν τὸ μισυ ἐγ τοῦ αἱρουμένου τοῦ κλήρου μίσθωσις ἥδε εἰς ἔτος ἓν ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ρταβῶν τριῶν ἡμισους ἀκίνδυνον παντὸς κινδύνου σαι· κατασπειράτω δὲ Πολυήρατος τῆς τοῦ κλήρου γεωργίας τὸ ἐπιβάλλον σπέρματα ἑαυτῶι παρέχων· ἐὰν δὲ μὴ κατασπείρῃ καθὰ γέγραπται ἀποτεισάτω τὸ ἐκ φόριον ἔχει δὲ Διζάολος πρόδομα πυροῦ ἀρτάβας τεσσαράκοντα πέντε · ἐξέστω vestiges ἐὰν Πολυηράτωι τοὺς αγοτσδιουτοσιοελ ἐκφόρια μέρους ολ καὶ ἐάν τι ἄλλο εἰσπραχθῆι εἰς τὸ βασιλικὸν ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Διζαόλου ἢ εενηιτο καὶ τατα ὑπολογείτω εἰς τὰ ἐκφόρια καὶ προσδεχέσθω αὐτῶι Διζάολος εἰς ἀνάγκας· βεβαιούτω δὲ Διζάολος Πολυηράτωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν τριῶν μερῶν τοῦ κλήρου τὸ καθʼ ἥμισυ καὶ τοὺς καρποὺς καθαρὰ ἀπὸ πάντων ἕως ἂν ἐκκαρπίσηται κατὰ τὴν μίσθωσιν· ἐὰν δὲ μὴ βεβαιοῖ καθὰ γέγραπται ἢ κωλύῃ τις Πολυηράτωι σπείρειν ἢ ἀναφέρεσθαι ἀποτεισάτωι Διζάολος Πολυηράτωι ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα πέντε καὶ τὰς προγε γραμμένας τεσσαράκοντα πέντε ἀρτάβας τῶν πυρν καὶ μηδὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω· καὶ ἐξέστω Πολυηράτωι καὶ τοῖς παρʼ αὐτοῦ. ἀντεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τῆς γῆς· ἔστω δʼκαρπούμενοςκαρπώμενος ἀνυπόλογος παντὸς ἐπιτίμου· βεβαιω θείσης δʼ αὐτῶι τῆς μισθώσεως ἀποδότω Πολυήρατος Διζαόλωι τὰ περιπεφανούμενα αε ἐκφόρια ἐν μηνὶ Παῦνι τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους· ἢ ὅταν ἡ ἄφεσις τῶν πυρικῶν γενημάτων γένηται· σῖτον τὸν γενόμενον ἐν τῶι κλήρωι καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων μέτρωι χοὶ τῶι δικαίωι σκυτάληι καὶ μετρήσει δικαίαι καὶ ἀποκαταστησάτω αὐτῶι· ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γε γραπται ἀποτεισάτω Πολυήρατος Διζαόλωι οὗ ἂν αὐτῶι προσοφειλήσῃ σίτου τιμὴν ἑκάστης ἀρτάβης τῶν πυρῶν δραχμς τετρακοσίας καὶ ὅσωι ἂν πλείονος τούτου πώληται ἐν τῆι ἐν Ἡρακλέους πόλει ἀγορᾶι· αἱ δὲ νομαὶ πᾶσαι καὶ τὰ ἄχυρα ἔστωσαν Πολυηράτωι· διελθόντος δὲ τοῦ κατὰ τὴν συγγραφὴν χρόνου ἐάν τι ὀφείλῃ Διζάολος Πολυηράτωι ἀποδῷ τὰ πρῶτα πυροῦ· ἐὰν δὲ μὴ ἀποδῶι ἐπιγεωργείτω τὴν γῆν τῶν αὐτῶν ἐκφορίων κατὰ τὰ προγεγραμμένα καὶ ἕως ἂν τὰ ἑαυτοῦ κομίσηται· ἔγγυος Διζαόλου τοῦ προγε γραμμένου προδόματος τῶν τεσσαράκοντα πέντε ἀρταβῶν τῶν πυρῶν εἰς ἔκτεισιν αὐτὸς αὐτοῦ Ἀμάτοκος Θρᾶιξ διάδοχος τοῦ πατρι κοῦ σρδατις· ἡ πρᾶξις κατ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· κύριος δʼ ἔστω καὶ ἄλλος πράσσων ὑπὲρ Διζαόλου κατὰ ταῦτα· μάρτυρες Σαδάλας ριστόλοχος Μσαρτος Δημήτριος Πτολεμαῖος οἱ πέντε Θράικες τῶν Νεοπτολέμου ἰδιῶται, Πτολεμαῖος Ἀριστοδήμου Θρᾷξ τῶν Νουμηνίου πεζῶν· συγγραφοφύλαξ Πτολεμαῖος Ἀριστοδήμου Διζάολος μεμίσθωκα τὸ προγεγραμμένον μέρος τοῦ Σαραπίου κλήρου ἐκφορίουἐχφορίου τὴν ἄρουραν πυρῶν ἀρταβῶν τριῶν μίσους τεσσαράκοντα πέντε ἀρτάβας τῶν πυρῶν καὶ τέθειμαιτέθιμαι τὴν συνγραφὴν κυρίαν παρὰ συνγραφοφύλακι·
Ägyptisches Museum und Papyrussammlung

Objekt aus: Ägyptisches Museum und Papyrussammlung

Die bemerkenswerte Sammlung des Ägyptischen Museums und Papyrussammlung zählt ca. 100.000 Objekte. Sie umfasst Meisterwerke unterschiedlicher Epochen...

Das Museum kontaktieren

[Stand der Information: ]

Hinweise zur Nutzung und zum Zitieren

Die Text-Informationen dieser Seite sind für die nicht-kommerzielle Nutzung bei Angabe der Quelle frei verfügbar (Creative Commons Lizenz 3.0, by-nc-sa) Als Quellenangabe nennen Sie bitte neben der Internet-Adresse unbedingt auch den Namen des Museums und den Namen der Textautorin bzw. des Textautors, soweit diese ausdrücklich angegeben sind. Die Rechte für die Abbildungen des Objektes werden unterhalb der großen Ansichten (die über ein Anklicken der kleineren Ansichten erreichbar werden) angezeigt. Sofern dort nichts anderes angegeben ist, gilt für die Nutzung das gerade Gesagte. Auch bei der Verwendung der Bild-Informationen sind unbedingt der Name des Museums und der Name des Fotografen bzw. der Fotografin zu nennen.
Jede Form der kommerziellen Nutzung von Text- oder Bildinformationen bedarf der Rücksprache mit dem Museum.