museum-digitalsmb

Close

Search museums

Close

Search collections

Ägyptisches Museum und Papyrussammlung Papyrussammlung [P 10537]

Antrag auf Registrierung von Privilegien

http://www.smb-digital.de/eMuseumPlus?service=ImageAsset&module=collection&objectId=2332188&resolution=superImageResolution#5426628 (Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin CC BY-NC-SA)
Provenance/Rights: Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin / Fotograf unbekannt (CC BY-NC-SA)

Description

Antrag des Apollodidymos an die Behörden von Oxyrynchos mit der Bitte um die Registrierung von Privilegien, die ihm zustehen, weil er in die ökumenische Synode der dionysischen Künstler aufgenommen worden ist. In Abschrift werden Auszüge aus Kaiserbriefen und Edikten beigelegt, die die Privilegien der Künstlersynode betreffen, sowie ein Brief der Synode selbst.

Nach BerlPap: http://berlpap.smb.museum/02825/

Material/Technique

Papyrus (Material); einseitig, beschriftet (Technik)

Measurements

Höhe x Breite: 25,3 x 43 cm (lt. BerlPap)

Transcript

Original: Ancient Greek

AD 273/4 Oxyrhynchus BGU 4 1074; SB 1 5225
Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ β, ὕπατος τὸ γ, αὐτοκράτωρ τὸ δ, πατὴρ πατρίδος, τοῖς ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον ἱερονίκαιςἱερονείκαις, στεφανίταιςστεφανείταις καὶ τοῖς τούτων συναγωνισταῖς χαίρειν· τὰς μὲν εἰκόνας ὃν τρόπον εὐσεβούμεθα μετὰ τῆς πρεπούσης τιμῆς ἀνιστάνειν ἐπιτρέπω, τὰ δὲ πὸ το θεοῦ Σεβαστοῦ δεδομένα ὑμῖν νόμιμα καὶ φιλάνθρωπα συντηρῶ. οἱ πρεσβεῖς ἦσαν Κλαύδιος Φοῖβος, Κλαύδιος Ἐπάγαθος, Κλαύδιος Διονύσιος, Κλαύδιος Θάμυρις, Κλαύδιος Κάστωρ, Ἀντώνιος Νατάλειος υἱός, Λόγιος . ἔρρωσθε. ἐγένετο ἐν Ῥώμῃ Τιβερίῳ Κλαυδίῳ Καίσαρι Σεβαστ καὶ Οὐιτελλίῳ τὸ β ὑπάτοις. Κεφάλαιον ἐκ διατάγματος θεοῦ Ἁδριανοῦ περὶ τῶν δοθεισῶν δωρεῶν τῇ συνόδῳ· ὧν δέ εἰσιν ἀσυλία, προε δρία, ἀστρατία, λειτουργιῶνλιτουργιῶν δημοσίων ἀτέλεια, ἀτελῆ ἔχειν ὅσα ἂν ἐπάγωνται χρείαςδίας ἢ τῶν ἀγώνων ἕνεκα, μὴ κρίνειν, μὴ καθιστάνειν ἐγγυητάς, ἀνεισφορίας αὐτῶν, ουν συνθυσίας, μὴ δέχεσθαι πρὸς ἀνάγκην ξένους, μὴ εἴργεσθαι μηδὲ ἄλλῃ τινὶ φρου ρ ἐπιστολὴ θεοῦ Σεουήρου· ἦν εἰκὸς ὑμᾶς τοὺς τὴν ἱερὰν σύνοδον νέμοντας ἐν τῇ πατρίδι μου ἡσθῆναι ἐπὶ τῷ εἰς ἐμὲ περιεληλυθέναι τὴν τῶν ὅλων κηδεμονίαν καὶ βασιλείαν καὶ διὰ ψηφίσματος φανερὰνφανερα ποιῆσαι τὴν γνώμην ἣν ἔχετε πρὸς ἡμᾶς· εὐχαριστεῖν δὲ ἐπὶ τούτοις βουλόμενος, ὁπόσα εἴχετε ἐξ ἀρχῆς πὸ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων δεδομένα ὑμῖν δίκαια καὶ φιλάνθρωπα, ταῦτα καὶ αὐτὸς φυλάττω, προσαύξειν ἐθέλων καὶ διὰ τιμῆς ἄγειν ἄνδρας μουσικοὺς καὶ ταῖς πρὸς τὸν Διόνυσον θρησκείαις ἀνακειμένους. εὐτυχεῖτε. θεῶν Σεουήρου καὶ Ἀντωνείνου· τοῖς ψηφίσμασιν ὑμῶν καὶ πάνυ πεφροντισμένως ἐνετύχομεν ὡς μήτε ὑστερεῖν τι υ῾μῖν τῶν ὑπαρχόντων δικαίων μή τε μήτε τι τῶν ἐκ παλαιοῦ νενομισμένων μήτε τι τῶν ἐπὶ τὸ βέλτιονβέλλειον παρεσχημένων. εὐτυχεῖτε. Θεοῦ Ἀλεξάνδρου. ὅσα θεῷ Ἀντωνείνῳ πατρὶ ἐμῷ καὶ θεῷ ΣεουήρῳΟυήρῳ πάππῳ μου καὶ τοῖς ἄνωθεν προγόνοις ἐκρίθη περὶ ὑ μῶν καὶ τῶν δεδομένων ὑμῖν δικαίων, πολλάκις ἀπεφηνάμην ὅτι κύρια εἶναι. οἱ καθʼ ἑκάστην πανήγυριν ἀγωνοθέται πειθαρχήσουσιν. Ὀξυρυγχειτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης πόλεως ἄρχουσι βουλῇ διὰ Αὐρηλίου Εὐπόρου τοῦ καὶ Ἀγαθου Δαίμονος, γενομένου κοσμητοῦ, ἐξηγητοῦ, εὐθηνιάρχου, ὑπομνηματογράφου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, ἐξηγητεύσαντος, πρυτανεύσαντος, βουλευτοῦ, ἐνάρχου πρυτάνεως τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως, Αὐρήλιος Ἀπολλοδίδυμος Πλουτίωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως, γραμματεὺς τῆς ἱερᾶς συνόδου τοῖς ἀξιολογωτάτοις χαίρειν· τοῦ γενομένου ψηφίσμα τος περὶ τοῦ κατατετάχθαι ἐμὲ εἰς τὴν σύνοδον καὶ τῶν προτεταγμένων τῶν περὶ ἀσυλίας θείων αὐτοκρατορικῶν διατάξεων τὰ ἴσα ἐντάξας καὶ ἐπιφέρων ἀξιῶ ἀκόλουθα ὑμᾶς τούτοις πρᾶξαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Γωθικοῦ μεγίστου, Καρπικοῦ μεγίστου, Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι. ἡ ἱερὰ μουσικὴ περιπολιστικὴ Αὐρηλιανὴ οἰκουμενικὴ μεγάλη σύνοδος τοῖςπὸ τῆς αὐτῆς συνόδου χαίρειν. ἡ ἱερὰ μουσικὴ περιπολιστικ Αὐρηλιανὴ μεγάλη σύνοδος τοῖς περὶ τὸν Διόνυσον τεχνίταιςτεχνείταις, ἱερονίκαιςἱερονείκαις, στεφανίταιςστεφανείταις χαίρειν· γεινώσκε τε καταταγέντα εἰς τὴν ἱερὰν μουσικὴν περιπολιστικὴν οἰκουμενικὴν σύνοδον Μᾶρκον Αὐρήλιον Ἀπολλοδίδυμον Πλουτίωνος, γραμματέα, καὶ ἀποδεδωκότα τὸ κατὰ τὸν νόμον τὸν βασιλικὸν ἐντάγιον πᾶν ἐκ πλήρους δηνάρια σν καὶ τὰ εἰς τὰς τιμὰς τοῦ Σεβαστοῦ ἱερὰ τελέσματα. ἐγράψαμεν οὖν ὑμῖν, ἵνʼ εἰδῆτε. ἔρρωσθε. ἐγένετο ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχειτῶν πόλει, ἀγῶνος ἀγομένου πρώτου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ πενταετηρικοῦ σκηνικοῦ γυμνικοῦ ἱππικοῦ ἰσοκαπιτωλίου τῶν μεγάλων Καπιτωλίων ἐπὶ ἀρχόντων τῆς ἱερᾶς μουσικῆς συνόδου, πρωτάρχοντος Σαραπάμμωνος, κήρυκος, Ἀλεξανδρέως, ἱερονίκουἱερονείκου, ΚαπιτωλιωνίκουΚαπιτωλιωνείκου, παραδόξου, γραμματεύοντος Παύλου, σαλπικτοῦ, Ἀντινοέως ἄρχοντος νομοδείκτου Μάρκου Αὐρηλίου Σιλβανοῦ, Ἑρμοπολίτου, Ῥωμαίου καὶ Ἀθηναίου, ἱερονίκουἱερονείκου, πλειστονίκουπλειστονείκου, παραδόξου. Μᾶρκος Αὐρήλιος Σαραπάμμων, Ἀλεξανδρεὺς καὶ ἙρμοπολίτηςἙρμοπολείτης κῆρυξ, ἱερονίκης, Καπιτωλιονίκης, παράδοξος, πρωτάρχων τῆς ἱερᾶς μουσικῆς περιπολιστικῆςπεριπολειστικῆς Αὐρηλιανῆς οἰκουμενικῆς μεγάλης συνόδου ἔγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχει τῶν πόλει, ἀγῶνος ἀγομένου πρώτου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ πενταετηρικοῦ σκηνικοῦ ἱππικοῦ γυμνικοῦ ἰσοκαπιτωλίου τῶν μεγάλων Καπιτωλίων, Μάρκου Αὐρηλίου Ἀπολλοδιδύμου Πλουτίωνος γραμματέως, ὑπέγραψα. Μᾶρκος Αὐρήλιος Παῦλος Ἀντινοεὺς ρχων γραμματεὺς τῆς ἱερᾶς περιπολιστικῆςπεριπολειστικῆς Αὐρηλιανῆς οἰκουμενικῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχειτῶν πόλει, ἀγῶνος ἀγομένου πρώτου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ πενταετηρικοῦ σκηνικοῦ ἱππικοῦ γυμνικοῦ ἰσοκαπιτωλίου τῶν μεγάλων Καπιτολίων, Μάρκῳ Αὐρηλίῳ Ἀπολλοδιδύμῳ γραμματεῖ. Μᾶρκος Αὐρήλιος Σιλβανὸς ἙρμοπολίτηςἙρμοπολείτης Ῥωμαῖος καὶ Ἀθηναῖος Περγαμηνὸς καὶ Ῥόδιος, σαλπικτής, καπιτωλιωνίκηςκαπιτωλιονείκης ἐπὶ Ῥωμῆς, τρισπυθιονίκηςτρισπυθιονείκης, δεκαολυμπιονίκηςδεκαολυμπιονείκης, δωδεκαακτιωνίκηςδωδεκαακτιονείκης, τρισκαιδεκαασκληπιονίκηςτρισκαιδεκαασκληπιονείκης, νεμειονίκηςνεμιονείκης, παράδοξος, ἄρχων νομοδείκτηςνομοδίκτης τῆς ἱερᾶς μουσικς περιπολιστικῆς Αὐρηλιανῆς οἰκουμενικῆςοἰκουμενιονικῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχειτῶν πόλει, ἀγῶνος ἀγομένου πρώτου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ πενταετηρικοῦ σκηνικοῦ ἱππικοῦ γυμνικοῦ ἰσοκαπιτωλίου τῶν μεγάλων Καπιτωλίων· Μάρκου Αὐρηλίου Ἀπολλοδιδύμου Πλουτίωνος γραμματέως. Μᾶρκος Αὐρήλιος Πτο ἀρχιγραμματεύς, γραμματεύσας τῆς ἱερᾶς μουσικῆς οἰκουμενικῆς Αὐρηλιανῆς περιπολιστικῆςπεριπολειστικῆς μεγάλης συνόδου ἐτέλεσα τὴν διπλῆν.
Created ...
... When
... Where [Probably]

Links / Documents

Object from: Ägyptisches Museum und Papyrussammlung

Die bemerkenswerte Sammlung des Ägyptischen Museums und Papyrussammlung zählt ca. 100.000 Objekte. Sie umfasst Meisterwerke unterschiedlicher ...

Contact the institution

[Last update: ]

Usage and citation

Cite this page
The textual information presented here is free for non-commercial usage if the source is named. (Creative Commons Lizenz 3.0, by-nc-sa) Please name as source not only the internet representation but also the name of the museum.
Rights for the images are shown below the large images (which are accessible by clicking on the smaller images). If nothing different is mentioned there the same regulation as for textual information applies.
Any commercial usage of text or image demands communication with the museum.