museum-digitalsmb
CTRL + Y
en
Ägyptisches Museum und Papyrussammlung Papyrussammlung [P 13109]
http://www.smb-digital.de/eMuseumPlus?service=ImageAsset&module=collection&objectId=1510579&resolution=superImageResolution#5431952 (Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin CC BY-NC-SA)
Provenance/Rights: Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin / Fotograf unbekannt (CC BY-NC-SA)
0 / 1 Previous<- Next->

R: Pacht von Gärten / V: Urkunde

Contact Cite this page Data sheet (PDF) Calculate distance to your current location Archived versions Mark for comparison Graph view

Description

R:
Hermias, Sohn des Apollonios, sein Sohn Hermias und seine Frau Isidora pachten Gärten von Diodoros, Sohn des Akestor, für 5 Jahre. Der monatlichen Pachtzins beträgt 20 Drachmen. Sie verpflichten sich zur Pflege der Pflanzen und zu den nötigen landwirtschaftlichen Arbeiten. Dafür erhalten sie von Diodoros ein zinsloses Darlehen von 200 Drachmen, das sie am Ende der Pacht zurückgeben sollen. Es folgen dann die üblichen Klauseln.

Nach BerlPap: http://berlpap.smb.museum/00559/

V:
Urkunde

Material/Technique

Papyrus (Material); beidseitig, beschriftet (Technik)

Measurements

Höhe x Breite: 38,7 x 18,3 cm (lt. BerlPap)

Transcript

Original: Ancient Greek

5BC Alexandria
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Διοδώρου τοῦ Ἀκέστορος Θηλείου καὶ παρὰ ρμίου τοῦ Ἀπολλωνίου καὶ τοῦ τούτου υἱοῦ Ἑρμίου καὶ τῆς τοῦ πρεσβυτέρου Ἑρμίου γυναικὸς τοῦ δὲ νεωτέρου Ἑρμίου μητρὸς Ἰσιδώρας τῆς Ἐκ σαρτωνσεπινης μετὰ κυρίου τῆς Ἰσιδώρας τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ μεμίσθωνται ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ Διοδώρου εἰς χρόνον ἔτη πέντε ἀπὸ Χοιὰκ τοῦ ἐνεστῶτος κϛ ἔτους Καίσαρος τὰ ὑπάρχοντα τῷ Διοδώρωι ἐπὶ τῆς κατὰ Κανωβν ταινίας ἐν τῷ προσαγορευομένῳ Φοινικῶνι κηποταφία τρία , ἅ ἐστιν κατὰ περί βολον περιτετειχισμένα, φʼ ὧι τελέσουσιν τῷ Διοδώρωι φόρον κατὰ μῆνα ἕκαστον ἀνυπόλογον παν τὸς ὑπολόγου καὶ ἀνηλώματος ἀργυρίου δραχμὰς εἴκοσι τοῦ διαπορευομένου μηνὸς τῇ τοῦ ἐχομέ νου καὶ ἐξαίρετα δὲ τελέσειν κατʼ ἐνιαυτὸν ἕκαστον τῶν ὄντων ἐν τοῖς κηποταφίοις τκράτιστα καὶ βέλτιστα καὶ οὔσης τῆς ἑκάστου γένους ὥρας, ὅταν ἀπαιτνται κράμβης καυλοὺς ς σεύτλου πυθμένας ὀκτακοσίους θρυαλίδας συμμίκτους καυλοὺς διακοσίους παντους ἑκατὸν κολοκύντας πεντήκοντα φοίνικας χιλίους εφνους λαμπάδας τριακοσίας ἑψανῶν ταγὰς τριάκοντα ἀσπαράγου δεσμοὺς κοχλι δίων χοίνικας δέκα ταγὰς δέκα πέντε πράσου γλυκέως ταγὰς πεντήκοντα κεφαλωτὰ α σταφυλῆς βοτρύας ἑξήκοντα παλίουρα δισχίλια σῦκα δισχίλια υξων καλάθια πέντε στελεις χλωρὰς ἑκατὸν πασερας πεντήκοντα κάλλυνθρα φοινίκων καὶ παργας τ ἐκτίνεινἐκτίνιν αὐτοὺς ὧν ἐὰν μὴ ἀποδῶσιν ἐξαίρετα τν προκειμένων τατα δʼ εἴληφαν τε Ἑρμίας καὶ Ἑρμίας καὶ σιδώρα παρὰ τοῦ Διοδώρου διὰ χειρὸς ἐξ οἴκου εἰς τὴν τῶν κηποταφίων καταφυτείαν καὶ ἐπιμέλειαν χρσιν ἀργυρίου Πτολεμαικοῦ δραχμὰς διακοσίας ἀτόκους, ἀνθʼ ὧν καὶ παραδοῦναι αὐτοὺς μετὰ τὸν πενταετ χρόνον τῷ Διοδώρωι ἐπὶ τοῖς κηποταφίοις συντίμησιν λαχανείας καὶ ἐνφανικν, ἐὰν δὲ χρῆσις τῶν διακοσίων δραχμῶν παρεθῇ συντίμησις ἔσται τ ὑπὲρ τν μεμισθωμένων ειαρδς ητεραις ἑξήκοντα , παρείληφαν δὲ οἱ μεμισθωμένοι τα μίαν φοινικίνην καὶ καρπῶν δύο καὶ θύρας καὶ κλεῖς καὶ κηκον ταξερματια, ὥστε παραδοῦναι αὐτοὺς τῷ Διοδώρωι μετὰ τὸν χρόνον, τῶν ἐπισκευῶν τῆς ἀντλίας καὶ τῶν κηλωνείων ὁσάκις ἐὰν δέῃ καὶ τῶν τροχῶν ὄντων πρὸς τὸν Διόδωρον, ἀντέχεσθαι τοὺς μεμισθωμένους τῶν ὄντων ἐσομένων ἐπὶ τὸν χρόνον καὶ τὰ ξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι διορθουμένους τοὺς φόρους καὶ τὰ ἐξαί ρετα καὶ ποιεῖσθαι τοὺς μεμισθωμένους τὴν προσήκουσαν ἐπιμέλειαν καὶ κατεργασίαν καθʼ ραν καὶ κατὰ καιρὸν ἀρεστῶς σκάπτοντας καὶ ποτίζοντας κατὰ τρόπον ἐν τοῖς δέουσι καιροῖς κατανεύων τῇ κατὰ καιρὸν λαχανείᾳλαχανήᾳ καὶ μὴ χερσεύειν μηδὲ καταβλάπτειν μηδὲ παραλιπεῖν ἔργον
μηδὲμηδεν τῶν πρὸς εὐεργίαν ἀνηκόντων, ποιεῖσθαι δὲ καὶ τῶν ὄντων δένδρων τὴν ἁρμόζουσαν ἐπιμέλειαν εἰς τὸ ζωφυτεῖν καὶ εὐθηνεῖν καὶ μηδὲν ἀπʼ αὐτῶν ἐκκόπτειν, ἀντὶ δὲ τῶν ἐγλειπόντων ἕτερα ἀντι καταφυτεύειν τὰ αὐτὰταυτὰ γένη αὐτενίαυτα μηδενὶ χείρονα, μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ διέλκειν τοὺς φόρους, διελθόντος δὲ τούτου παραδοῦναι αὐτοὺς τὰ μεμισθωμένα σύμφυτα καὶ εὐθηνοῦντα, τὰς δὲ θύρας καὶ τὰ κηλώνεια, ἔτι δὲ καὶ κατα πεφυτευμένους ἁλικακκάβων πυθμένας διακοσίους χωρὶς τῆς προκειμένης συν τιμήσεως, οὓς καὶ εἶναι τοῦ Διοδώρου ἐξαιρέτους τῆς συντιμήσεως, εἰσαξουσι δὲ καὶ τὰ ἐκ τῶν μεμισθωμένων λάχανα εἰς τὴν πεζὴν καὶ παραδώσουσιν καθαρὰ καὶ εὐθηνοῦντα καὶ κεκορισμένα , ὰν δέ τι παραβαίνωσιν, ἐκτίνεινἐκτίνιν αὐτοὺς ἐὰν ἐνοφειλήσωσιἐνοφιλήσωσι τῶν φόρων ἔτι δὲ καὶ τὰς τῆς χρήσεως ἀργυρίου δραχμὰς διακοσίας τόκους διδράχμους τῆς μνᾶς κατὰ μῆνα καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς τριακοσίαςεξακοσιας γεινομένης τῆς πράξεως ἔκ τε τῶν τριῶν ἀλληλεγγύων εἰς ἔκτισινἔκτεισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι ἐξουσίας οὔσης τῷ Διοδώρῳ, ἐὰν ἔν τινι παρα συγγράψωσιν ἐγβάλλειν αὐτοὺς ἐκ τῆς μισθώσεως ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν, ποιούντων δὲ αὐτῶν ἕκαστα ἀκολούθως καὶ τὸν Διόδωρον βεβαι οῦν αὐτοῖς τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον καὶ τὴν ἀντλίαν ἐνρη καὶ τὸ ὕδωρ τὴν ἐν τῇ ἀντλίᾳ πηγὴν, τοὺς δὲ μεμισθωμένους χωρὶς πάντων τῶν προκειμένων διδόναι κατὰ μῆνα ἕκαστον τὸ ἐπιβάλλον δουναι τὰ μεμισθωμένα καὶ μηδὲν τὸν Διόδωρον παραλιπέσθαι τῶν επα προκειμένων ἔνοχον εἶναι τῷ ἴσῳ ἐπιτίμωι, τὰ δὲ λείψανα τῶν μετεων καρπίων τὰ ὄντα ἐντὸς μηνῶν σμενουθτου ὁ Διόδωρος μερος χρόνον συνήλλαχεν τοῦ ἐνεστῶτος καὶ τν ἐωνημένων α τοῦ Διοδώρου καθʼ ἣν χει συνχώρησιν, ἐὰν δὲ οἱ μεμισθωμένοι ἐγβαίνωσιν μετὰ τὸν χρόνον τῆς μισθώσεως, μενεῖ ἡ τῶν α καρπῶν συνάλλαξις ἕως τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐσχάτου ἔτους οἷς ἐὰν οἱ μεμισθωμένοι συναλλάξωσι.
ἔτους κϛ Καίσαρος Ἁθὺρ κη.
Ägyptisches Museum und Papyrussammlung

Object from: Ägyptisches Museum und Papyrussammlung

Die bemerkenswerte Sammlung des Ägyptischen Museums und Papyrussammlung zählt ca. 100.000 Objekte. Sie umfasst Meisterwerke unterschiedlicher Epochen...

Contact the institution

[Last update: ]

Usage and citation

The textual information presented here is free for non-commercial usage if the source is named. (Creative Commons Lizenz 3.0, by-nc-sa) Please name as source not only the internet representation but also the name of the museum.
Rights for the images are shown below the large images (which are accessible by clicking on the smaller images). If nothing different is mentioned there the same regulation as for textual information applies.
Any commercial usage of text or image demands communication with the museum.